ΚΥΡΙΑΚΗ ΙΒ´ ΛΟΥΚΑ
† Ἀντωνίου ὁσίου τοῦ μεγάλου (†356). Ἀντωνίου
ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας. Γεωργίου νεομάρτυρος τοῦ ἐν Ἰωαννίνοις
(†1838).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις
ἡμῶν, Κύριε, δόξα σοι.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος δ´.
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς
τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ
Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας
εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται,
Θεὸς ἐν ἀσυγχύτῳ
ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου
τὰς ψυχὰς ἡμῶν.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΑΠΟΣΤΟΛΟΣ
Τοῦ Ἁγίου, μετὰ τοῦ προκειμένου αὐτοῦ.
Ἀλληλούϊα τοῦ ἤχου.
Ἀπόστολος. Πρὸς Ἑβραίους
(ιγ´ 17-21).
(Ζήτει τῇ Ϛ´ Δεκεμβρίου, τοῦ Ἁγίου Νικολάου).
Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε´).
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν
τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα.
τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις
ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον
ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς
γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν
ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ
τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης,
ὁ ἀναγαγὼν ἐκ νεκρῶν «τὸν ποιμένα τῶν προβάτων» τὸν μέγαν «ἐν αἵματι
διαθήκης αἰωνίου», τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν
παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον
ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
ἀμήν.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς δ´).
Στίχ. Δεῦτε ἀγαλλιασώμεθα
τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΒ´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιζ´ 12-19).
Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου
τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν
πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον
ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι.
Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν
ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν
ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα
ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς
οὗτος; Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΚΗΡΥΓΜΑ ΚΥΡΙΑΚΗΣ ΙΒ΄ ΛΟΥΚΑ - ΜΑΚΑΡΙΣΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου