ΚΥΡΙΑΚΗ ΚΖ´ (Ι´ ΛΟΥΚΑ)
† Νικολάου
ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ (†330).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος β´.
Ὅτε κατῆλθες
πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε
δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος δ´.
Κανόνα πίστεως, καὶ εἰκόνα
πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν
πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ
τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΚΖ΄ (Ι΄ ΛΟΥΚΑ)
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΑΝΑΛΥΣΗ ΑΠΟΣΤΟΛΟΥ ΚΥΡΙΑΚΗΣ ΚΖ΄ (Ι΄ ΛΟΥΚΑ)
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΚΗΡΥΓΜΑ ΚΥΡΙΑΚΗΣ ΚΖ΄(Ι΄ΛΟΥΚΑ)_ΜΑΚΑΡΙΣΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ_ΑΥΓΟΥΣΤΙΝΟΣ ΚΑΝΤΙΩΤΗΣ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΝΙΚΟΛΑΟ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου