Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ´.
Ἡ
Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως·
ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο,
σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους
ἀνατολήν. Κύριε δόξα σοι. (ἐκ γ´).
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἴδωμεν πιστοί, ποῦ
ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ
τῶν Μάγων Ἀνατολῆς τῶν βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως
ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες,
τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ
τῆς Ἰουδαίας. (δίς)
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα, ὅμοιον.
Τί θαυμάζεις Μαριάμ; τί
ἐκθαμβεῖσαι τὸ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησά φησι, τοῦ
τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω
Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως
τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς
Ἰουδαίας. (δίς)
Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα, ὅμοιον.
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη
ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως
ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών·
καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι᾿ ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε
τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων
ἀναπληρῶσαι. (δίς)
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου