† ΚΥΡΙΑΚΗ ΚϚ´ (ΙΓ´ ΛΟΥΚΑ)
Παραμόνου καὶ τῶν σὺν αὐτῷ 370 μαρτύρων
(†250)· Διονυσίου ἐπισκόπου Κορίνθου ἱερομάρτυρος (†171)· Φιλουμένου
ἁγιοταφίτου ἱερομάρτυρος (†1979).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος α´.
Τοῦ λίθου σφραγισθέντος
ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος
Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα·
Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου,
μόνε Φιλάνθρωπε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου
σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο
ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα
τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι
ἐκ
σοῦ· δόξα τῷ ἐλευθερώσαντι
ἡμᾶς, διὰ τοῦ τόκου σου.
Πάτησε πάνω στον σύνδεσμο
Πάτησε πάνω στον σύνδεσμο
Πάτησε πάνω στον σύνδεσμο
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου