ΚΥΡΙΑΚΗ ΙΗ´ (Β´ ΛΟΥΚΑ)
Ἱεροθέου ἀεροπαγίτου, πρώτου ἐπισκόπου
Ἀθηνῶν (α´ αἰ.).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος α´.
Τοῦ λίθου σφραγισθέντος
ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος
Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα·
Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου,
μόνε Φιλάνθρωπε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου
σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο
ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα
τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι
ἐκ
σοῦ· δόξα τῷ ἐλευθερώσαντι
ἡμᾶς, διὰ τοῦ τόκου σου.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός.
Ἐξανέστης ὡς
Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται,
καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων,
Χριστὲ τὴν ἀνάστασιν.
Ὁ Οἶκος.
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον,
καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ᾿ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐδόκησε,
πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν
μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς
σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται,
καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν.
Συναξάριον.
Τῇ Δ´ τοῦ αὐτοῦ μηνὸς μνήμη
τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.
Στίχ. Ἱερόθεος ἱερώθη σοι πάλαι·
Νῦν δ᾿ αὖ μεταστάς, καὶ συνήφθη σοι, Λόγε.
Νῦν δ᾿ αὖ μεταστάς, καὶ συνήφθη σοι, Λόγε.
Ἠοῖ σῆμα κάλυψε τετάρτῃ
Ἱερόθειον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ἁγίου Ἱερομάρτυρος Πέτρου Καπιτωλίων. (†715)
Στίχ. Εὔθηκτος ὢν μάχαιρα Πνεύματος Πέτρος,
Τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία.
Τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς
ἁγίας Μάρτυρος Δομνίνης καὶ τῶν θυγατέρων αὐτῆς Βερίνης καὶ Προσδόκης.
(†303)
Στίχ. Τὸ τοῦ ποταμοῦ ῥεῦμα ῥύμμα τρεῖς κόραι
Βιωτικῶν ἔχουσιν ἀγνοημάτων.
Βιωτικῶν ἔχουσιν ἀγνοημάτων.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ἁγίου Μάρτυρος Αὐδάκτου καὶ Καλλισθένης τῆς αὐτοῦ θυγατρός. (†310)
Στίχ. Ξίφει θανών, Αὔδακτε Μάρτυς Κυρίου,
Σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις.
Σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις.
Θεοῦ θεωρεῖ κάλλος
ἡ Καλλισθένη,
Οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος.
Οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ὁσίου Πατρὸς ἡμῶν Ἀμμοῦν τοῦ Αἰγυπτίου. (δ´ αἰ.)
Στίχ. Ἀσκήσεως διῆλθε τὴν στενὴν τρίβον,
Ἀμμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε πλάτος.
Ἀμμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε πλάτος.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
ἁγίων Μαρτύρων Φαύστου, Γαΐου, Εὐσεβίου καὶ Χαιρήμονος, τῶν Διακόνων.
Στίχ. Xριστῷ συνήφθη ἡ τετρὰς Διακόνων,
Φαῦστος, Γάϊος, Eὐσέβιος, Xαιρήμων.
Φαῦστος, Γάϊος, Eὐσέβιος, Xαιρήμων.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου, τοῦ Ταμασέως, μαθητοῦ
γενομένου τοῦ Ἁγίου Ἡρακλειδίου.
Στίχ. Ὀσφὺν νοητὴν ἀρεταῖς ἐζωσμένος,
Εὔζωνος Θεόδωρε, πρὸς πόλον τρέχεις.
Εὔζωνος Θεόδωρε, πρὸς πόλον τρέχεις.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Λαμπαδιστοῦ, τοῦ ἐν
Μαραθάσσῃ τῆς Κύπρου ἀσκήσαντος καὶ εἰς ἡλικίαν εἴκοσι καὶ δύο ἐτῶν
εἰρηνικῶς τελειωθέντος.
Στίχ. Ὁ Ἰωάννης ἀρετῶν πλείσταις χρόαις,
Ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἴρις νέα.
Ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἴρις νέα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ὁσίων Πατέρων ἡμῶν Ἑλλαδίου, Ὀνησίμου καὶ Ἀμμοῦν τῆς Λαύρας τῶν Σπηλαίων
τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἐν Ὁσίοις εὐσεβεστάτου Ἡγεμόνος τῶν Σέρβων Στεφάνου τοῦ Στυλιάνοβιτς
καὶ τῆς συζύγου αὐτοῦ Ἑλένης, τῆς διὰ τοῦ μοναχικοῦ σχήματος μετονομασθείσης
Ἐλισάβετ, ἐν τῇ Μονῇ Σισάτοβατς.
*
Τῇ αὐτῇ ἡμέρᾳ, (δ´ Ὀκτωβρίου),
μνείαν ἄγομεν τῶν ἐλευθερίων τῆς Ξάνθης καὶ τῆς λοιπῆς Θρᾴκης, καθ᾿
ἣν εὐγνωμόνως ὑμνοῦμεν τὴν ἐλευθερώσασαν ἡμᾶς ἐκ τῆς μακροχρονίου
δουλείας Ὑπεραγίαν Θεοτόκον, τὴν Ἀρχαγγελιώτισσαν.
Στίχ. Τὰ σῶστρά σοι ᾄδομεν Θεογεννῆτορ
Ξάνθη καὶ πᾶσα Θρᾴκη εὐγνωμόνως.
Ξάνθη καὶ πᾶσα Θρᾴκη εὐγνωμόνως.
Τετάρτῃ Ἀρχαγγελιωτίσσῃ ἀείδω Κούρῃ.
*
Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ
τοῦ Ὀκτωβρίου, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν δυσεξαριθμήτων Ἁγίων
τῆς Κύπρου, τῶν ἀθλήσει καὶ ἀσκήσει ἢ ἐν Ἀποστολικῇ κλήσει καὶ Ἱερατικῇ
λειτουργίᾳ καὶ ἐν θαύμασι πλείστοις διαλαμψάντων.
Στίχ. Ἡ Κύπρος ἑόρταζε εὐφραινομένη,
Ἐν σοὶ γὰρ διέλαμψε πληθὺς Ἁγίων.
Ἐν σοὶ γὰρ διέλαμψε πληθὺς Ἁγίων.
Κύπρος θεοειδῆ ὁμήγυριν
Χριστοῦ ἑταίρων κυδαίνει.
Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ
τοῦ Ὀκτωβρίου Σύναξιν ἐπιτελοῦμεν καὶ τῶν πέντε Ἁγίων τῆς περιπύστου
Ἀθωνιάδος Σχολῆς, ἤτοι Κοσμᾶ τοῦ Αἰτωλοῦ, Μακαρίου τοῦ Νοταρᾶ, Ἐπισκόπου
Κορίνθου, Ἀθανασίου τοῦ Παρίου, Νικοδήμου τοῦ Ἁγιορείτου καὶ Ἀθανασίου
Νεομάρτυρος, τοῦ Κουλακιώτου.
Στίχ. Πεντάριθμον σύστημα δεδοξασμένον
Τὴν θείαν χρηστότητα ἡμῖν αἰτεῖσθε.
Τὴν θείαν χρηστότητα ἡμῖν αἰτεῖσθε.
Χορὸν θεουδῆ ἀνέρων
ἱερῶν χρεὼν ὕδειν.
Ἔτι δὲ καὶ Σύναξιν πάντων
τῶν ἐν Καζὰν τῆς Ῥωσίας ἁγιασθέντων.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΙΗ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος α´. (Ψαλμὸς λβ´).
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ
σέ.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι,
ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Β´ Κορ. θ´ 6-11).
Ἀδελφοί, ὁ σπείρων φειδομένως
φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις
καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης·
ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι
εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε
εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ
σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν,
καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι
εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς ιζ´).
Στίχ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις
ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ.
Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως καὶ ποιῶν ἔλεος τῷ Δαυῒδ
καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ
ΤΗΝ ΑΝΑΛΥΣΗ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΚΥΡΙΑΚΗΣ ΙΗ'
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ
ΤΗΝ ΑΝΑΛΥΣΗ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΚΥΡΙΑΚΗΣ ΙΗ'
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Β´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (Ϛ´ 31-36).
Εἶπεν ὁ Κύριος· καθὼς θέλετε
ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ
εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ
τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας
ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί;
Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.
Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν
ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου,
ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν
οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
Δόξα σοι, Κύριε,
δόξα σοι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου