Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 20 Σεπτεμβρίου 2015

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ


ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ


ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος βα­ρύς.

Κα­τέ­λυ­σας τ Σταυ­ρῷ σου τν θά­να­τον· ἠ­νέ­ῳ­ξας τ λῃ­στῇ τν Πα­ρά­δει­σον· τν Μυ­ρο­φό­ρων τν θρῆ­νον με­τέ­βα­λες, κα τος σος Ἀ­πο­στό­λοις κη­ρύτ­τειν ἐ­πέ­τα­ξας, ὅ­τι ἀ­νέ­στης Χρι­στὲ Θε­ός, πα­ρέ­χων τ κό­σμῳ τ μέ­γα ἔ­λε­ος.

Δό­ξα. Τῶν Ἁγίων. Ἦ­χος δ´.

Οἱ Μάρ­τυ­ρές σου Κύ­ρι­ε, ἐν τῇ ἀ­θλή­σει αὐ­τῶν, στε­φά­νους ἐ­κο­μί­σαν­το τῆς ἀ­φθαρ­σί­ας, ἐκ σοῦ τοῦ Θε­οῦ ἡ­μῶν· σχόν­τες γὰρ τὴν ἰ­σχύν σου, τοὺς τυ­ράν­νους κα­θεῖ­λον· ἔ­θραυ­σαν καὶ δαι­μό­νων, τὰ ἀ­νί­σχυ­ρα θρά­ση. Αὐ­τῶν ταῖς ἱ­κε­σί­αις, Χρι­στὲ ὁ Θε­ός, σῶ­σον τὰς ψυ­χὰς ἡ­μῶν.

ἢ τὸ ἑ­ξῆς τοῦ Ἁ­γί­ου Εὐ­στα­θί­ου.


Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της. Γε­ρα­σί­μου.

­γρευ­θεὶς οὐ­ρα­νό­θεν πρὸς εὐ­σέ­βει­αν ἔν­δο­ξε, τῇ τοῦ σοὶ ὀ­φθέν­τος δυ­νά­μει, δι᾿ ἐ­λά­φου Εὐ­στά­θι­ε, ποι­κί­λους κα­θυ­πέ­στης πει­ρα­σμούς, καὶ ἤ­στρα­ψας ἐν ἄ­θλοις ἱ­ε­ροῖς, σὺν τῇ θεί­ᾳ σου συμ­βί­ῳ καὶ τοῖς υἱ­οῖς, φαι­δρύ­νων τοὺς βο­ῶν­τάς σοι· Δό­ξα τῷ σὲ δο­ξά­σαν­τι Χρι­στῷ, δό­ξα τῷ σὲ στε­φα­νώ­σαν­τι, δό­ξα τῷ δεί­ξαν­τί σε ἐν παν­τί, Ἰ­ὼβ παμ­μά­καρ δεύ­τε­ρον.

Καὶ νῦν. Τῆς ἑ­ορ­τῆς. Ἦ­χος α´.

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου, νί­κας τοῖς βα­σι­λεῦ­σι κα­τὰ βαρ­βά­ρων δω­ρού­με­νος, καὶ τὸ σὸν φυ­λάτ­των, δι­ὰ τοῦ Σταυ­ροῦ σου πο­λί­τευ­μα.




ΑΠΟΣΤΟΛΟΣ


Κυ­ρι­α­κῆς με­τὰ τὴν Ὕ­ψω­σιν,
ζή­τει τῇ ΚΑ´ Κυ­ρι­α­κῇ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.


Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τῆς ἑ­ορ­τῆς
(δι­ὰ τὴν ἀ­πό­δο­σιν αὐ­τῆς).


Προ­κεί­με­νον. Ἦ­χος βα­ρύς. (Ψαλ­μὸς η´­).

Ὑ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, ὅ­τι ἅ­γι­ός ἐ­στι.
Στίχ. Ὁ Κύ­ρι­ος ἐ­βα­σί­λευ­σεν, ὀρ­γι­ζέ­σθω­σαν λα­οί· ὁ κα­θή­με­νος ἐ­πὶ τῶν Χε­ρου­βίμ, σα­λευ­θή­τω ἡ γῆ.
Πρὸς Γα­λά­τας Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(Γαλ. β´ 16-20)

­δελ­φοί, εἰ­δό­τες ὅ­τι οὐ δι­και­οῦ­ται ἄν­θρω­πος ἐξ ἔρ­γων νό­μου ἐ­ὰν μὴ δι­ὰ πί­στε­ως Ἰ­η­σοῦ Χρι­στοῦ, καὶ ἡ­μεῖς εἰς Χρι­στὸν Ἰ­η­σοῦν ἐ­πι­στεύ­σα­μεν, ἵ­να δι­και­ω­θῶ­μεν ἐκ πί­στε­ως Χρι­στοῦ καὶ οὐκ ἐξ ἔρ­γων νό­μου, δι­ό­τι οὐ δι­και­ω­θή­σε­ται ἐξ ἔρ­γων νό­μου πᾶ­σα σάρξ. Εἰ δὲ ζη­τοῦν­τες δι­και­ω­θῆ­ναι ἐν Χρι­στῷ εὑ­ρέ­θη­μεν καὶ αὐ­τοὶ ἁ­μαρ­τω­λοί, ἄ­ρα Χρι­στὸς ἁ­μαρ­τί­ας δι­ά­κο­νος; Μὴ γέ­νοι­το. Εἰ γὰρ ἃ κα­τέ­λυ­σα ταῦ­τα πά­λιν οἰ­κο­δο­μῶ, πα­ρα­βά­την ἐ­μαυ­τὸν συ­νί­στη­μι. Ἐ­γὼ γὰρ δι­ὰ νό­μου νό­μῳ ἀ­πέ­θα­νον, ἵ­να Θε­ῷ ζή­σω. Χρι­στῷ συ­νε­σταύ­ρω­μαι· ζῶ δὲ οὐ­κέ­τι ἐ­γώ, ζῇ δὲ ἐν ἐ­μοὶ Χρι­στός· ὃ δὲ νῦν ζῶ ἐν σαρ­κί, ἐν πί­στει ζῶ τῇ τοῦ υἱ­οῦ τοῦ Θε­οῦ τοῦ ἀ­γα­πή­σαν­τός με καὶ πα­ρα­δόν­τος ἑ­αυ­τὸν ὑ­πὲρ ἐ­μοῦ.

Ἀλ­λη­λού­ϊ­α (γ´­). Ἦ­χος α´. (Ψαλ­μὸς ογ´­).

Στίχ. Μνή­σθη­τι τῆς συ­να­γω­γῆς σου, ἧς ἐ­κτή­σω ἀπ᾿ ἀρ­χῆς· ἐ­λυ­τρώ­σω ῥά­βδον κλη­ρο­νο­μί­ας σου, ὄ­ρος Σι­ὼν τοῦ­το, ὃ κα­τε­σκή­νω­σας ἐν αὐ­τῷ.
Ὁ δὲ Θε­ὸς βα­σι­λεὺς ἡ­μῶν πρὸ αἰ­ώ­νων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.


ΕΥΑΓΓΕΛΙΟΝ


Κυ­ρι­α­κῆς με­τὰ τὴν Ὕ­ψω­σιν,
ζή­τει τῇ Κυ­ρι­α­κῇ Γ´ Νηστειῶν.


Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον (η´ 34-38, θ´ 1).

Εἶ­πεν ὁ Κύ­ρι­ος· Ὅ­στις θέ­λει ὀ­πί­σω μου ἐλ­θεῖν, ἀ­παρ­νη­σά­σθω ἑ­αυ­τὸν καὶ ἀ­ρά­τω τὸν σταυ­ρὸν αὐ­τοῦ καὶ ἀ­κο­λου­θεί­τω μοι. Ὃς γὰρ ἐ­ὰν θέ­λῃ τὴν ψυ­χὴν αὐ­τοῦ σῶ­σαι ἀ­πο­λέ­σει αὐ­τήν· ὃς δ᾿ ἂν ἀ­πο­λέ­σει τὴν ψυ­χὴν αὐ­τοῦ ἕ­νε­κεν (ἐ­μοῦ καὶ) τοῦ εὐ­αγ­γε­λί­ου σώ­σει αὐ­τήν. Τί γὰρ ὠ­φε­λεῖ ἄν­θρω­πον κερ­δῆ­σαι τὸν κό­σμον ὅ­λον καὶ ζη­μι­ω­θῆ­ναι τὴν ψυ­χὴν αὐ­τοῦ; τί γὰρ δοῖ ἄν­θρω­πος ἀν­τάλ­λαγ­μα τῆς ψυ­χῆς αὐ­τοῦ; ὃς γὰρ ἐ­ὰν ἐ­παι­σχυν­θῇ με καὶ τοὺς ἐ­μοὺς λό­γους ἐν τῇ γε­νε­ᾷ ταύ­τῃ τῇ μοι­χα­λί­δι καὶ ἁ­μαρ­τω­λῷ, καὶ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐ­παι­σχυν­θή­σε­ται αὐ­τὸν ὅ­ταν ἔλ­θῃ ἐν τῇ δό­ξῃ τοῦ πα­τρὸς αὐ­τοῦ με­τὰ τῶν ἀγ­γέ­λων τῶν ἁ­γί­ων. Καὶ ἔ­λε­γεν αὐ­τοῖς· Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι εἰ­σίν τι­νες ὧ­δε τῶν ἑ­στη­κό­των οἵ­τι­νες οὐ μὴ γεύ­σων­ται θα­νά­του ἕ­ως ἂν ἴ­δω­σιν τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ ἐ­λη­λυ­θυῖ­αν ἐν δυ­νά­μει.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου