ΚΥΡΙΑΚΗ ΙΓ' ΜΑΤΘΑΙΟΥ
Ἀπόδοσις τῆς ἑορῆς τῆς ἀποτομῆς τῆς τιμίας
κεφαλῆς Ἰωάννου τοῦ προδρόμου· Ἀλεξάνδρου (†340), Ἰωάννου (†595),
Παύλου (†784) πατριαρχῶν Κωνσταντινουπόλεως.
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος δ´.
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Τοῦ Προδρόμου. Ἦχος β´.
Μνήμη Δικαίου μετ᾿ ἐγκωμίων·
σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως
καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης
τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω
καὶ τοῖς ἐν ᾍδῃ,
Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου,
καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα
ὑπερένδοξα, τὰ σά, Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη,
Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος
δ´. (Ψαλμὸς ργ´).
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου,
τὸν Κύριον · Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(ιϚ´ 13-24)
Ἀδελφοί, γρηγορεῖτε,
στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ
γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι
ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι
καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου
καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν
γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται
ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας
καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ
πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ
χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα.
Μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἡ ἀγάπη μου
μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.
Ἀλληλούϊα (γ´). Ἦχος δ´. (Ψαλμὸς μδ´).
Στίχ. Ἔντεινε καὶ κατευοδοῦ
καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης.
Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ
σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΓ´ Ματθαίου
Ἐκ
τοῦ κατὰ Ματθαῖον (κα´ 33-42).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν
ταύτην· ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ
φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν
πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν
ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς
λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν
μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν
ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον
δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν
μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος·
δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ
λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν
ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν
αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις
γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν
οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου
ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Δόξα σοι, Κύριε,
δόξα σοι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
πηγές: http://www.iskiriaki.com
http://www.imconstantias.org.cy