ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ
«Τῶν ἁγίων καὶ θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι
Δ´ Οἰκουμενικῆς συνόδου (451)». Μακρίνης, ἀδελφῆς τοῦ μεγάλου Βασιλείου,
καὶ Δίου, ὁσίων (†380).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β´.
Ἀγγελικαὶ δυνάμεις
ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς
ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος
τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Δόξα. Τῶν Πατέρων. Ἦχος πλ. δ´.
Ὑπερδεδοξασμένος εἶ,
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς, τοὺς Πατέρας ἡμῶν θεμελιώσας,
καὶ δι᾿ αὐτῶν, πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας. Πολυεύσπλαγχνε
δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας
ὡς
Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε
Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναξάριον.
Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.
Τῇ
δ᾿ ἐνάτῃ δεκάτῃ Μακρίναν νόες ἔνθεν ἄειραν.
Ἕτεροι. Μικρόν τι μικρὸν μακρύνουσα, Μακρίνα,
Κόσμον, σεαυτὴν ἤγγισας τῷ Κυρίῳ.
Κόσμον, σεαυτὴν ἤγγισας τῷ Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ.
Στίχ. Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,
Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.
Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.
Ἀμφ᾿
ἐνάτην δεκάτην τε περίκλυτος ἔκθανε Δῖος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Στίχ. Ἀνδρῶν μοναστῶν τετράριθμος ἀκρότης
Τοῖς τετραμόρφοις συμπαρίσταται νόοις.
Τοῖς τετραμόρφοις συμπαρίσταται νόοις.
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα
ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος· καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Μιχαὴλ
ἀνεψιοῦ αὐτοῦ.
Στίχοι. Εἰς τὸν Θεόδωρον.
Δῶρον
Θεός σε, Θεόδωρε τρισμάκαρ,
Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα.
Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα.
Ἕτεροι.
Θείων
δωρεῶν Θεόδωρε μετέσχες
Ἀξίως τῆς κλήσεως καλῶς βιώσας.
Ἀξίως τῆς κλήσεως καλῶς βιώσας.
Εἰς τὸν Μιχαήλ.
Μιχαὴλ
ὡς ὅσιος ὁμοῦ καὶ Μάρτυς
Διπλῶν τέτευχε παρὰ Χριστοῦ ἐπάθλων.
Διπλῶν τέτευχε παρὰ Χριστοῦ ἐπάθλων.
Δεκάτ᾿
ἢ δ´ ἐνάτη Θεόδωρον Μιχαήλ τε ἀείδω.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Γρηγορίου, Ἐπισκόπου Πανήδου, τοῦ νέου ὁμολογητοῦ.
Στίχ. Εἰκόνα τιμῶν σεσαρκωμένου Λόγου,
Γρηγόριος ἔτυχεν ὁμολογίας.
Γρηγόριος ἔτυχεν ὁμολογίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Διοκλέους, τοῦ ἐν Θηβαΐδι ἀσκήσαντος καὶ ἐν τῷ Λαυσαϊκῷ
ἀναφερομένου.
Στίχ. Ἀναχωρήσας Διοκλῆς τῶν ματαίων,
Δόξαν ἀγήρω ὡς Χριστοῦ δοῦλος εὗρεν.
Δόξαν ἀγήρω ὡς Χριστοῦ δοῦλος εὗρεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Στεφάνου τοῦ Ὑψηλοῦ, εὐσεβεστάτου βασιλέως τῶν Σέρβων, τοῦ
Λαζάρεβιτς καὶ τῆς μητρὸς αὐτοῦ Μίλιτσας, τῆς συστησμένης τὴν Μονὴν
Λουμποστίνα καὶ διὰ τοῦ μοναχικοῦ σχήματος μετονομασθείσης εἰς Εὐγενίαν.
Στίχ. Στέφανος καὶ Μίλιτσα υἱὸς καὶ μήτηρ,
Στέφανον εἰλήφασι ἐκ Χριστοῦ θεῖον.
Στέφανον εἰλήφασι ἐκ Χριστοῦ θεῖον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου Ῥωμανοῦ, ἡγεμόνος τοῦ Ῥιαζάν, μαρτυρικῶς θανατωθέντος ὑπὸ
τῶν μουσουλμάνων τῆς Χρυσῆς Ὀρδῆς (†1270).
Στίχ. Ῥωμαλέος ἦν Ῥωμανὸς πρὸς ἀπίστους,
Ὧν πλάνην μυκτηρίσας ἐναπετμήθη.
Ὧν πλάνην μυκτηρίσας ἐναπετμήθη.
Μνήμη τοῦ ὁσίου Παϊσίου,
τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Στίχ. Πάσης ἀρετῆς μεταλαβὼν μικρόν τι,
Ὁ Παΐσιος εὐφραίνεται μεγάλως.
Ὁ Παΐσιος εὐφραίνεται μεγάλως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν
τῆς ἀνακομιδῆς τῶν ἱερῶν λειψάνων τοῦ ὁσίου καὶ θεοφόρου νεοφανοῦς
πατρὸς ἡμῶν Σεραφείμ, τοῦ ἐν Σάρωφ ἀσκήσαντος, τοῦ θαυματουργοῦ καὶ ἐκλεκτοῦ
δοχείου τῶν χαρισμάτων τοῦ Πνεύματος ἀρτίως ὀφθέντος.
Στίχοι. Εἰς τὸν Ὅσιον.
Σεραφεὶμ
τῆς δόξης πόθων καὶ εὐκλείας.
Σεραφείμ, Ἀγγέλων ἐμιμήσω τρόπους.
Σεραφείμ, Ἀγγέλων ἐμιμήσω τρόπους.
Εἰς τὴν Ἀνακομιδὴν τῶν αὐτοῦ λειψάνων.
Γῆθεν
μυρίπνοα Σεραφεὶμ ὀστέα
καὶ χαρίτων πλήρη ἐπώφθησαν πᾶσι.
καὶ χαρίτων πλήρη ἐπώφθησαν πᾶσι.
Χαρὰν
ἀναστάσιμον ἐν μέσῳ θέρει,
Τοῖς πιστοῖς δίδωσι τὸ Σεραφεὶμ σκῆνος.
Τοῖς πιστοῖς δίδωσι τὸ Σεραφεὶμ σκῆνος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην
ποιούμεθα τοῦ ἐξαισίου θαύματος τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος
Χαραλάμπους, οὗ ταῖς πρὸς Θεὸν πρεσβείαις πολλοὶ τῶν πολιτῶν τῆς Ἐράνης
(Φιλιατρῶν) ἐσώθησαν ἐκ βεβαίας εἰς θάνατον καταδίκης ὑπὸ τῶν Γερμανικῶν
δυνάμεων κατοχῆς ἐν ἔτει ͵αϠμδ´ (1944) καὶ ἐκ τῶν ἀσθενειῶν αὐτῶν ἄλλοι
ἐθεραπεύθησαν.
Στίχ. Χαρὰ ἡ πόλις μεγάλη λάμπει,
εὐγνωμονοῦσα τῷ μάρτυρι Χαραλάμπει.
εὐγνωμονοῦσα τῷ μάρτυρι Χαραλάμπει.
*
Τῇ πρώτῃ Κυριακῇ μετὰ τὴν
δεκάτην τρίτην τοῦ μηνὸς Ἰουλίου, Σύναξιν τελοῦμεν τῶν Ἁγίων τῆς Μητροπόλεως
Πισιδίας.
Στίχ. Παύλου τοῦ πρωτοκορυφαίου θεῖοι βλαστοὶ
Ἀνευφημείσθωσαν Πισιδίας οἱ προστάται.
Ἀνευφημείσθωσαν Πισιδίας οἱ προστάται.
*
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν
τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι
Ἁγίας καὶ Οἰκουμενικῆς Τετάρτης Συνόδου, κατὰ τὸ ἔτος υνα´ (451) συνελθόντων.
Στίχ. Πόλου νοητοῦ ἀστέρες σελασφόροι,
Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.
Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.
Ἡ Σύνοδος αὕτη ἐδογμάτισε ἐπακριβῶς καὶ
θεοφωτίστως περὶ τῶν δύο φύσεων τοῦ Κυρίου. Κατεδίκασε δὲ τὴν αἵρεσιν
τῶν μονοφυσιτῶν Εὐτυχοῦς καὶ Διοσκόρου, κατὰ τὴν διδασκαλίαν τῶν ὁποίων
ἡ θεία φύσις τοῦ Χριστοῦ ἀπερρόφησε τὴν ἀνθρωπίνην. Συνέπεια τῆς διδασκαλίας
αὐτῶν ἦτο ἡ ἄρνησις τῆς θείας οἰκονομίας καὶ ἡ σωτηρία τοῦ ἀνθρώπου.
Κατ᾿ ἀκρίβειαν δέ, ἡ Σύνοδος συνεκλήθη τὸν Ὀκτώβριον ἔτους 451 ἐπὶ
τῶν εὐσεβεστάτων βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας καὶ πατριάρχου
ΚΠόλεως Ἀνατολίου, ἐτοποθετήθη ὅμως σήμερον ἡ μνήμη αὐτῆς, διότι
τὴν 11ην Ἰουλίου τοῦ ἑπομένου ἔτους (452), ἐπεβεβαιώθη θαυμαστῶς καὶ
ἐπεκυρώθη ὑπὸ τοῦ ἀφθόρου λειψάνου τῆς Μεγαλομάρτυρος Εὐφημίας
ὁ Τόμος, ἤτοι τὰ πορίσματα τῆς Συνόδου. Ὁ ὅρος διελάμβανε τὰς ἑξῆς
κυρίας φράσεις: «Ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υἱὸν τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστόν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν
ἀνθρωπότητι. Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν, ἐν δύο φύσεσιν
ἀσυγχύτως ἅμα δὲ καὶ ἀδιαιρέτως γνωριζόμενον».
Ταῖς τῶν ἁγίων Πατέρων
πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου