ΚΥΡΙΑΚΗ Ε´ ΜΑΤΘΑΙΟΥ
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος δ´.
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ ὁσίου Ἀθανασίου.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν ἐν σαρκὶ ζωήν σου κατεπλάγησαν,
Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας
πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε,
ὁ Χριστός σε ἠμείψατο, πλουσίαις δωρεαῖς. Διὸ Πάτερ πρέσβευε, Χριστῷ
τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν
τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος
πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
- ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Ε΄ ΜΑΤΘΑΙΟΥ
- ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΟΥ ΚΥΡΙΑΚΗΣ Ε΄ ΜΑΤΘΑΙΟΥ - ΜΑΚΑΡΙΣΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ & ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ
- ΑΠΟΣΤΟΛΙΚΟ ΚΗΡΥΓΜΑ ΚΥΡΙΑΚΗΣ Ε΄ ΜΑΤΘΑΙΟΥ -ΑΡΧΙΜΑΝΔΡΙΤΟΥ ΜΕΛΕΤΙΟΥ ΑΠ. ΒΑΔΡΑΧΑΝΗ
Τῇ
Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου
τοῦ ἐν τῷ Ἄθῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ.
Ὁ Ἅγιος
Ὁσιομάρτυς Κυπριανὸς ὁ νέος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας
ἐν ἔτει ͵αχοθ´ (1679), ξίφει τελειοῦται.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου