Σελίδες

Δευτέρα 9 Φεβρουαρίου 2015

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ

Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Ἔργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
 Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἠχὸς δ'
Ἐπεφάνης σήμερον
Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας, καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες· ὅθεν τιμῶμεν τὰ θεῖά σου λείψανα.
Δόξα... Ὅμοιον
Ἱερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, Ἱερῶς ἀνέδειξε, τὸ Ἱερὸν θῦμα σοφέ, προσενεχθὲν ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι.
Καὶ νῦν ... Θεοτοκίον
Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
 Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος γ'
Τὴν ὡραιότητα 
Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Τὴν ἀπειρόγαμον θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες· Χαῖρε ἡ Κεχαριτωμένη. 

Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Στῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄσβεστος τῆς οἰκουμένης, Ἀθλοφόρε ἀνεδείχθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκοτόμαιναν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον.
Καὶ νῦν ... Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου. 
 Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες· διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.
Ὁ Οἶκος
Τὸν στερρὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.

Συναξάριον
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους.
Στίχοι
Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους,
Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.
Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται.
Στίχοι
Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους,
Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται.
Στίχοι
Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει,
Ἄρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου.
Στίχοι
Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο,
Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.
Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,
Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Ἀναστάσιος, τὸν δρόμον τείνων πρόσω,
Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.
Στίχοι
Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα,
Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 
 Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Ἐνθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.
Θεοτοκίον
Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους, κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου. 
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.

Προκείμενον. Ἦχος βαρύς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ  ἡμῖν;
Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα    2:1-10
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾿Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου.
 
Ἀλληλούϊα. Ἦχος α΄
Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών. 

Ἐκ τοῦ κατὰ Ἰωάννην
ιε’ 17 - ις’ 2
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου