Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας
αὐτοῦ
Κάθισμα
Ἦχος
πλ. δ'
Ἐντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν,
ἐφ᾿ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς,
ῥυθμίζων Μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον,
σὺν αὐτοῖς τὰ ἄνω, κληροῦσαι βασίλεια,
πειρασμῶν παντοίων, λιπὼν τὸ κλυδώνιον· ὅθεν
εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ
πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν,
θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν
γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί,
πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων·
τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς
Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην
καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ
ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν
πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι·
Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν
ἀξίως, τὴν δόξαν σου Ἄχραντε.
Ἢ
Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ ποιμένα καὶ
Λυτρωτήν, ἡ, Ἀμνὰς θεωροῦσα ἐν τῷ
Σταυρῷ ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα·
ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν
λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης
σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα
ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ
ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι
καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς
δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ
θεῖα παθήματα.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης
σήμερον
Τὴν τοῦ βίου θάλασσαν διεκφυγόντες,
Ξενοφῶν ὁ δίκαιος, σὺν τῇ συζύγῳ τῇ
σεπτῇ, ἐν οὐρανοῖς συνευφραίνονται, μετὰ τῶν
τέκνων, Χριστὸν μεγαλύνοντες.
Ὁ
Οἶκος
Ξένην ὁδὸν θεοπρεπῶς, Ξενοφῶν
διοδεύσας, μετὰ καὶ τῆς συζύγου ἐλάθετε
τὴν φύσιν, ὥσπερ ἀσώματοι σαφῶς ἐν τῇ
γῇ ὀφθέντες· διὸ καὶ πύλαι ἡμῖν
οὐράνιαι ἠνοίγησαν, καὶ μετὰ τῶν Ἀγγέλων
χορεύετε, ὡς τοῦ ἀμπελῶνος γεγονότες τοῦ
Κυρίου ἐργάται, μετὰ καὶ τῶν τέκνων.
Αἰνεῖτε οὖν Χριστόν, δωρήσασθαι αἴγλην
φωτισμοῦ ταῖς ζοφεραῖς ἡμῶν καρδίαις, μνήμην
ὑμῶν τελούντων τὴν φωτοφόρον, τὸν στεφοδότην
Χριστὸν μεγαλύνοντες.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας
καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ
Ἰωάννου.
Στίχοι
Καὶ γῆν λιπόντας, τοὺς περὶ
Ξενοφῶντα,
Ἁβρᾷ ξενίζω τοῦ λόγου
πανδαισίᾳ.
Παισὶν ἅμ' ἠδ' ἀλόχῳ
Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ μεγάλου σεισμοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών,
τοῦ ἐπιλεγομένου Παλαιοῦ.
Στίχοι
Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,
Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς
χοῦν κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου
πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν
σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.
Στίχοι
Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν
εἰσέδυ,
Οἷς Ἀνανίας
ἡδέως
συνεισέδυ.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,
Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Σὺν τῷ Γαβριὴλ τῷ Νόων
πρωτοστάτῃ,
Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν
νέον.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ,
τυπτόμενοι τελειοῦνται.
Στίχοι
Βάκλοις ἀθληταὶ τραυματισθέντες δύω,
Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.
Ἐξαποστειλάριον
Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς
πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ
Ξενοφῶν τῷ Κυρίῳ ὃν δυσώπει παμμάκαρ,
παθῶν ἡμᾶς ἐξελέσθαι.
Θεοτοκίον
Τὰς στρατιὰς τῶν Ἀγγέλων,
καὶ τῶν ἁγίων τους χορούς, ὑπερανέστηκεν
ὄντως, τὰ μεγαλεῖά σου Ἁγνή· διὸ
Χριστὸν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἑπταικότος.
Ἀπολυτίκιον Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν
ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν
σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ
ἔλεος σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν
ἱκεσίας, ἐν εἰρήνῃ κυβέρνησον τὴν
ζωὴν ἡμῶν.
Πρὸς Τιμόθεον
Β’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
2:1-10
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽
ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ
ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ
᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ
στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως
ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω·
δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ
νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν
ὡς κακοῦργος, ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς
ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης
αἰωνίου.
Ἐκ τοῦ κατὰ
Ἰωάννην
ι΄ 9 - 16
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα
κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ
εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν
προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν
λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ
σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ
περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι
ὑπὸ τῶν ἐμῶν,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν
μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία
ποίμνη, εἷς ποιμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου