Σελίδες

Τετάρτη 14 Ιανουαρίου 2015

Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου

Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου

Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τριάδος τῆς σεπτῆς, καταγγέλλοντες πίστιν, πολύθεον Σοφοί, τῶν εἰδώλων ἀπάτην, ἀνδρείως καθείλετε, ὡς τῆς πίστεως πρόμαχοι, κόρην ζῶσαν δέ, κατακλεισθεῖσαν ἐν τάφῳ, διεσώσατε, θανατηφόρου κινδύνου, ὑμᾶς μακαρίζουσαν.
Δόξα... Ἦχος πλ. δ' Τὴν Σοφίαν
Τῷ Σταυρῷ ὁπλισθέντες τῷ τοῦ Χριστοῦ, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως καθείλετε, τῆς πίστεως πρόμαχοι, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων ἐλέγξαντες, καὶ τὴν Τριάδα Ἅγιοι, προθύμως κηρύξαντες· ὅθεν ἐπαξίως, παρ' αὐτῆς τοὺς στεφάνους, τῆς νίκης ἐλάβετε, ὡς νομίμως ἀθλήσαντες, Ἀθληφόροι Πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Θεοτόκε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις πανάμωμε.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλαγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
 
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι·διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.
Ὁ Οἶκος
Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.
Στίχοι
Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν,
Καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος.
Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυντιριανοῦ, Ἐπισκόπου Σελευκείας, καὶ μνήμη τῶν εὐσεβῶν βασιλέων, Ἰουστίνου καὶ Θεοδώρας, καὶ τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ νέου.
Στίχοι
Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐλπιδίου, Μαρκέλλου, Εὐστοχίου, καὶ τῶν σὺν αὐτοῖς.
Στίχοι
Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις,
Ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δημητρίου.
Στίχοι
Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου,
Δήμοις ἀθλητῶν συγχορεύει Κυρίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 
 
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Ὡς πάλαι διεσώσατε, πικροῦ θανάτου Ἅγιοι, κόρην ἐν τάφῳ βληθεῖσαν, τὸν δὲ παράνομον Γότθον, θανάτῳ παρεδώκατε, κἀμὲ τῶν ἀκαθέκτων μου, παθῶν νῦν ἐκλυτρώσασθε, ὅπως ὑμῶν τὴν φωσφόρον, μνήμην φαιδρῶς ἑορτάσω.
Θεοτοκίον
Ὁ πάντα τῇ θεότητι, πληρῶν ὡς ἀπερίγραπτος, ἐκ σοῦ Θεὸς ἀπορρήτως, ἐσωματώθη Παρθένε, δι' οἶκτον ἀνορθούμενος, τὸ τοῦ Ἀδὰμ παράπτωμα, νέος Ἀδὰμ γενόμενος, ὃν ὡς Υἱόν σου δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε. 


Στίχος
Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν, καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος. Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους.

Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε
Tριάδος ἰσάριθμοι τῆς Ὑπερθέου, σαφῶς Γουρίας καὶ Ἄβιβος καὶ Σαμωνᾶς ὁ κλεινός, ἔνθεοι ὑπάρχοντες ταύτην τοῖς ἀσεβέσιν ὡμολόγησαν ἅμα ἄθλων
τὴν τρικυμίαν ἀβλαβῶς διελθόντες• καὶ νῦν ἡμᾶς κυβερνῶσιν ὅρμον πρὸς ἄκλυστον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου