ΚΥΡΙΑΚΗ ΙΒ΄ ΛΟΥΚΑ
Ἀθανασίου (†373) καὶ Κυρίλλου (†444) πατριαρχῶν Ἀλεξανδρείας
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας
τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες,
καὶ τοῖς σοῖς Ἀποστόλοις
κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ
ὁ
Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τῶν ἁγίων. Ἦχος γ´. Θείας πίστεως.
Ἔργοις λάμψαντες ὀρθοδοξίας,
πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ
εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες,
ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα
ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΑΝΑΛΥΤΙΚΑ Ο ΟΡΘΡΟΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΒ ΛΟΥΚΑ_πάτησε πανω στον σύνδεσμο
ΑΠΟΣΤΟΛΟΣ
Τῶν ἱεραρχῶν.
Προκείμενον τῆς
ἡμέρας
καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος πλ. δ´. Ὕμνος Τριῶν Παίδων (Δανιὴλ γ´). [Προσευχὴ Ἀζαρίου]
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν
καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ
πᾶσιν οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι
αἱ ὁδοί σου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί,
μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ
Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς
ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν
καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν
θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες·
ὧν γὰρ «εἰσφέρεται» ζῴων «τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια» διὰ τοῦ
ἀρχιερέως, τούτων τὰ σώματα «κατακαίεται ἔξω τῆς παρεμβολῆς»· διὸ
καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης
ἔπαθε. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν «ἔξω τῆς παρεμβολῆς» τὸν ὀνειδισμὸν
αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν
ἐπιζητοῦμεν. Δι᾿ αὐτοῦ οὖν «ἀναφέρωμεν θυσίαν αἰνέσεως» διὰ παντὸς
τῷ Θεῷ, τοῦτ᾿ ἔστι «καρπὸν χειλέων» ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις
εὐαρεστεῖται ὁ Θεός.
Ἀλληλούϊα (γ´). Ἦχος βαρύς. (Ψαλμὸς α´).
Στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί
σου Ὕψιστε.
Τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου
κατὰ νύκτα.
Ερμηνεία στον ΑΠΟΣΤΟΛΟ της Κυριακής_πάτησε πάνω στον σύνδεσμο.
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΒ´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιζ´ 12-19).
Τῷ καιρῷ
ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα
λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ
ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε
ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων
τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν
αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ
δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες
δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς
πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Πηγές: http://www.pantokrator.info/gr/
http://analogion.com/forum/
http://www.pmeletios.com/
http://kyriakh.blogspot.gr/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου