Ευλόγει η ψυχή μου τον Κύριον
Κυριακή 8 Μαρτίου 2015
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
Ετικέτες
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ΚΥΡΙΑΚΗ Β΄ ΝΗΣΤΕΙΩΝ
† Κυριακὴ Β´ Νηστειῶν
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β´.
Ἀγγελικαὶ δυνάμεις
ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς
ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος
τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε,
τῶν μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε
θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κήρυξ τῆς χάριτος, ἱκέτευε
διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας
ὡς
Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν
σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ετικέτες
ΚΥΡΙΑΚΗ Β΄ ΝΗΣΤΕΙΩΝ
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Δευτέρα 2 Μαρτίου 2015
ΤΟ ΜΕΓΑ ΓΕΡΟΝΤΙΚΟΝ...(αποσπάσματα)
ΤΟ ΜΕΓΑ ΓΕΡΟΝΤΙΚΟΝ...(αποσπάσματα)
Γιὰ τὴν κατάνυξη
Ὁ ἀββᾶς Παῦλος εἶπε: «Μέχρι τὸν λαιμὸ εἶμαι βυθισμένος σὲ βοῦρκο καὶ κλαίω μπροστὰ στὸν Κύριο λέγοντας: Ἐλέησέ με».
***
Ἔλεγαν γιὰ τὸν ἀββᾶ Σεραπίωνα, ὅτι ἡ ζωή του ἦταν σὰν ἑνὸς πουλιοῦ.
Δὲν ἀπόκτησε ποτὲ κανένα πρᾶγμα τοῦ κόσμου αὐτοῦ οὔτε ἔμεινε σὲ κελί, ἀλλὰ τυλιγμένος ἕνα σεντόνι καὶ κρατώντας ἕνα μικρὸ Εὐαγγέλιο τριγυρνοῦσε ἔtσι σὰν νὰ μὴν εἶχε σῶμα.
Πολλὲς φορὲς τὸν ἔβρισκαν νὰ κάθεται στὸν δρόμο ἔξω ἀπὸ ἕνα χωριὸ καὶ νὰ κλαίει γοερὰ καὶ τὸν ρωτοῦσαν:
«Γέροντα, γιατί κλαῖς ἔτσι;»
Κι ἐκεῖνος τοὺς ἀπαντοῦσε:
«Ὁ Κύριός μου, μοῦ ἐμπιστεύθηκε τὰ πλούτη του, ἀλλὰ ἐγὼ τὰ ἔχασα, γι᾿ αὐτὸ θέλει νὰ μὲ τιμωρήσει».
Ἐκεῖνοι, σὰν τὸν ἄκουγαν, νόμιζαν ὅτι μιλάει γιὰ χρυσάφι καὶ πολλὲς φορὲς τοῦ ἔριχναν ἕνα κομμάτι ψωμὶ καὶ τοῦ ἔλεγαν:
«Ἀδελφέ, δέξου το αὐτὸ καὶ φάε, ὅσο γιὰ τὰ πλούτη ποὺ ἔχασες, ὁ Θεὸς ἔχει τὴ δύναμη νὰ σοῦ τὰ στείλει».
Καὶ ὁ Γέροντας ἀποκρινόταν: «Ἀμήν».
***
Εἶπε ἡ ἀμμᾶς Συγκλητική:
«Αὐτοὺς ποὺ πρωτοέρχονται στὸν Θεὸ τοὺς περιμένει ἀγῶνας καὶ κόπος πολύς, ὕστερα ὅμως ἀκολουθεῖ χαρὰ ἀνείπωτη. Ὅπως ἀκριβῶς αὐτοὶ ποὺ θέλουν ν᾿ ἀνάψουν φωτιά, στὴν ἀρχὴ καπνίζονται καὶ τὰ μάτια τους δακρύζουν καὶ κατόπιν πετυχαίνουν αὐτὸ ποὺ θέλουν. Καὶ μάλιστα ἡ Γραφὴ λέει, «ὁ Θεός μας εἶναι φωτιὰ ποὺ κατακαίει».
Ἔτσι πρέπει κι ἐμεῖς τὴ θεϊκὴ φωτιὰ νὰ τὴν ἀνάψουμε μέσα μας μὲ δάκρυα καὶ κόπο».
***
Εἶπε ὁ ἀββᾶς Ὑπερέχιος:
«Ὁ μοναχός τη νύκτα τὴν κάνει μέρα ἀγρυπνώντας καὶ ἐπιμένοντας στὴν προσευχή. Ἔτσι κατανύσσοντας τὴν καρδιά του χύνει δάκρυα καὶ ἐπικαλεῖται ἀπὸ τὸν οὐρανὸ ἔλεος».
***
Κάποιοι ἀδελφοὶ ἐπισκέφθηκαν τὸν ἀββᾶ Φίλικα, ἔχοντας μαζί τους ἀνθρώπους κοσμικούς, καὶ τὸν παρακάλεσαν νὰ τοὺς πεῖ ἕνα λόγο, ἀλλὰ ὁ Γέροντας σιωποῦσε.
Καθὼς ὅμως τὸν παρακαλοῦσαν πολλὴ ὥρα, τοὺς εἶπε: «Θέλετε ν᾿ ἀκούσετε κάποιο λόγο;»
Τοῦ λένε: «Ναί, ἀββᾶ», καὶ ὁ Γέροντας τοὺς εἶπε:
«Τώρα πιὰ δὲν ὑπάρχει λόγος. Ἄλλοτε, ὅταν ρωτοῦσαν τοὺς Γέροντες οἱ ἀδελφοὶ καὶ ἔκαμναν ὅσα τοὺς ἔλεγαν, ὁ Θεὸς τοὺς φώτιζε πῶς νὰ μιλήσουν. Τώρα ὅμως, ἐπειδὴ ρωτοῦν βέβαια, ἀλλὰ δὲν τηροῦν αὐτὰ ποὺ ἀκοῦν, ὁ Θεὸς πῆρε ἀπὸ τοὺς Γέροντες τὴ χάρη κι ἔτσι δὲν βρίσκουν τί νὰ ποῦν, γιατὶ ἀκριβῶς δὲν ὑπάρχει αὐτὸς ποὺ θὰ τὰ ἐφαρμόσει».
Ὅταν τὰ ἄκουσαν αὐτὰ οἱ ἀδελφοὶ στέναξαν καὶ εἶπαν: «Ἀββᾶ, προσευχήσου γιὰ μᾶς».
***
Διηγήθηκε ἕνας Γέροντας ὅτι κάποιος ἀδελφὸς ἤθελε νὰ φύγει γιὰ νὰ μονάσει, ἀλλὰ τὸν ἐμπόδιζε ἡ ἴδια ἡ μητέρα του.
Αὐτὸς ὅμως δὲν παραιτοῦνταν ἀπὸ τὸν σκοπό του καὶ ἔλεγε: «Θέλω νὰ σώσω τὴν ψυχή μου».
Ἡ μητέρα του ἂν καὶ προσπάθησε πολὺ νὰ τὸν ἐμποδίσει, δὲν τὰ κατάφερε καὶ τελικὰ ὑποχώρησε στὴν ἐπιθυμία του.
Ἔφυγε λοιπόν, ἔγινε καὶ μοναχός, ἀλλὰ ξόδεψε τὴ ζωή του μὲ ἀμέλεια.
Κάποτε πέθανε ἡ μητέρα του καὶ μετὰ ἀπὸ ἕνα χρονικὸ διάστημα συνέβη νὰ ἀρρωστήσει κι αὐτὸς πολὺ βαριὰ καὶ κάποια στιγμὴ ἦρθε σὲ ἔκσταση καὶ ἁρπάχθηκε στὴν κρίση, ἐκεῖ βρῆκε τὴ μητέρα του ἀνάμεσα στοὺς κατάδικους.
Ἐκείνη λοιπόν, μόλις τὸν εἶδε, ἔκπληκτή του λέει: «Τί συμβαίνει, παιδί μου; Καὶ σὺ καταδικάσθηκες να᾿ ρθεῖς στὸν τόπο αὐτό; Καὶ ποῦ πῆγαν τὰ λόγια ποὺ ἔλεγες; Θέλω νὰ σώσω τὴν ψυχή μου;»
Ντροπιάστηκε βέβαια μ᾿ αὐτὰ ποὺ ἄκουσε καὶ στεκόταν καταλυπημένος μὴ μπορώντας νὰ τῆς δώσει καμιὰ ἀπάντηση.
Οἰκονόμησε ὅμως ὁ φιλάνθρωπος Θεὸς καὶ μετὰ τὸ ὅραμα αὐτὸ ἀνέλαβε ἀπὸ τὴν ἀσθένειά του.
Καὶ ἐπειδὴ σκέφθηκε ὅτι ἀπὸ τὸν Θεὸ τοῦ ἔγινε μία τέτοια ἐπίσκεψη, ἔγινε ἔγκλειστος καὶ φρόντιζε γιὰ τὴ σωτηρία του, μετανοώντας καὶ κλαίοντας γιὰ ὅσα μὲς στὴν ἀμέλειά του ἔκανε πιὸ μπροστά.
Καὶ τόσο μεγάλη ἦταν ἡ κατάνυξή του, ὥστε πολλοὶ τὸν παρακαλοῦσαν νὰ ὑποχωρήσει λίγο, μήπως καὶ πάθει κάποια ζημιὰ ἀπὸ τὸ ὑπερβολικὸ κλάμα.
Αὐτὸς ὅμως δὲν παρηγοριόταν μὲ τίποτε καὶ ἔλεγε:
«Ἐὰν δὲν μπόρεσα νὰ ἀντέξω τὸν ἐξευτελισμὸ ἀπὸ τὴ μητέρα μου, πῶς θὰ σηκώσω κατὰ τὴν ἡμέρα τῆς κρίσεως τὴν αἰσχύνη μπροστὰ στὸν Χριστὸ καὶ τοὺς ἁγίους ἀγγέλους;»
***
Ετικέτες
ΤΟ ΜΕΓΑ ΓΕΡΟΝΤΙΚΟΝ...(αποσπάσματα)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
Ετικέτες
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Κυριακή 1 Μαρτίου 2015
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Πέμπτη 19 Φεβρουαρίου 2015
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
Η
στοργή και η αγάπη των γονέων είναι απαραίτητα στοιχεία για την ψυχική
ισορροπία των παιδιών.
Σήμερα υπάρχει έλλειψη στοργής και ενδιαφέροντος εκ
μέρους των γονέων για τα παιδιά.
Τους δίνουν χρήματα, και τους κάνουν κακό.
Τους παίρνουν μοτοσυκλέττες και πάνε και σκοτώνονται τα παιδιά.
Ετικέτες
ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος, Ἐπισκόπου Κατάνης
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Λέοντος, Ἐπισκόπου Κατάνης
Κάθισμα Ἦχος γ'
Μέγας
ἥλιος τῇ οἰκουμένῃ, ἀνατέταλκας τῶν
ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι,
φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας
παθῶν ἀμαυρότητα· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν
... Θεοτοκίον
Θείας
φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν
τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας
μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε,
ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος
Κύριος·
Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ
ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος
Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον,
τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς
θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον! πῶς πάσχεις
θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν
ἄνθρωπον.
Κοντάκιον
Ἦχος πλ.
β´
Τὴν ἐν πρεσβείαις
Τὸν
ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ
ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες
τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα
τῆς Ἐκκλησίας καὶ πρόμαχον· αὐτῆς γὰρ ὑπάρχει
τὸ στήριγμα.
Ὁ Οἶκος
Τράνωσόν
μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον,
ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς
ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ
σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν
τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε,
καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων
τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν,
δι' ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει
τὸ στήριγμα.
Συναξάριον
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ
Λέοντος, Ἐπισκόπου Κατάνης.
Στίχοι
Οἰ
μὲν νεκρὸς Λέοντος, εἶ δ' οἵου πύθῃ,
Πάντως
ἐροῦμεν. Τοῦ προέδρου Κατάνης.
Εἰκάδι
ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ
τῶν σὺν αὐτῷ τελειωθέντων τὸν ἀριθμὸν
ἑκατὸν εἰκοσιοκτώ.
Στίχοι
Φέρει
σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ,
Ἡ
δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος.
Στίχοι
Πολλῶν
ἱδρώτων καὶ πόνων Βησσαρίων,
Πολλὰς
θανὼν εὕρηκεν ἀντιμισθίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος
Πάπα Ῥώμης.
Στίχοι
Ῥώμης
Ἀγάθων οἴακας διευθύνας,
Πρύμναν
ἔκρουσε πρὸς νοητοὺς λιμένας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
ΤΟ
ΑΚΟΥΤΕ
Λαμπτῆρα
καὶ διδάσκαλον, καὶ Ἱεράρχην μέγιστον, ἡ
τοῦ Χριστοῦ Ἐκκλησία, γνωρίζει σὲ Ἱεράρχα·
τὰ τέκνα ταύτης Ὅσιε, καλῶς Πάτερ ἐποίμανας,
ἐπὶ νομὴν σωτήριον, Λέον θεόφρον ἅγιε,
αἱρετικοὺς ἐκδιώξας, καθάπερ θῆρας ἀγρίους.
Θεοτοκίον
Κατάνης
ὁ πολύφωτος, ἀστὴρ καὶ διαυγέστατος, τερατουργὸς
Ἱεράρχης, Λέων ὁ μύστης Τριάδος, κυρίως
Θεοτόκον σε, Ἁγνὴ τρανῶς ἐκήρυξε, νῷ καὶ
ψυχῇ καὶ σώματι· ἣν καὶ ἡμεῖς ἀνυμνοῦμεν,
σαφῶς Θεοῦ ὡς Μητέρα.
Καθολικῆς
Ἐπιστολῆς Ἰούδα τὸ Ἀνάγνωσμα
11-25
Ἀγαπητοί, οὐαὶ τοῖς ἀσεβἐσιν, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ
Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν
ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι
ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα,
ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες
πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. Προεφήτευσε δὲ καὶ
τούτοις ἕβδομος ἀπὸ ᾽Αδὰμ ᾽Ενὼχ λέγων· Ἰδοὺ, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν
αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ
πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν
ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ
τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες
πρόσωπα ὠφελείας χάριν. ῾Υμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν
προειρημένων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν
ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν
ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. ῾Υμεῖς δέ,
ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι ῾Αγίῳ
προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου
ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι, οὓς δὲ
ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς
ἐσπιλωμένον χιτῶνα. Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι
κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ σοφῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν,
δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας·
ἀμήν.
Ἐκ τοῦ κατὰ
Λουκᾶν
κγ΄ 1 - 31.
33. 44 - 56
Τῷ
καιρῷ ἐκείνῳ, ἀπήγαγον τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ
τὸν Πιλᾶτον. 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν
διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν
Χριστὸν βασιλέα εἶναι. 3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ
βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 4 ὁ δὲ
Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ
ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν
διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6
Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι· 7
καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα
καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 ὁ δὲ Ἡρῴδης ἰδὼν
τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν
πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον. 9
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10
εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ.
11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας,
περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο
δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ
ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. 13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς
ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπε πρὸς αὐτούς·
Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ
ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε
κατ' αὐτοῦ. 15 ἀλλ' οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ
ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16 παιδεύσας οὖν
αὐτὸν ἀπολύσω. 17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν
Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον
βεβλημένος εἰς τὴν φυλακὴν. 20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων
ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον
αὐτόν. 22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος;
οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ
δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ
φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. 24
ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, 25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ
φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι
αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος
Κυρηναίου, ἐρχομένου ἀπ' ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ
Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ
ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς
εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ, πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ
τὰ τέκνα ὑμῶν. 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ
στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. 30
τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ' ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε
ἡμᾶς· 31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί
γένηται; Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν
αὐτὸν 44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως
ὥρας ἐνάτης, καὶ ἐσκοτίσθη ὁ ἥλιος· 45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ
ναοῦ μέσον· 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς
χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47
ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος
οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν
θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες
αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδοὺ
ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51
- οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας
πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν
βασιλείαν τοῦ Θεοῦ, 52
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ καθελὼν
αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς
οὐδέπω κείμενος· 54 καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε.
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς
Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ
τὴν ἐντολήν.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Εγγραφή σε:
Αναρτήσεις (Atom)
.jpg)

